2 Corinthiens 1
S21 : © Société biblique de Genève. Son intégration dans Selah nécessite une autorisation de diffusion.
Contexte historique et auteur
- Auteur et transmission
- Paul, avec Timothée ; unité littéraire débattue.
- Dates et périodes
- Vers 55–56 apr. J.-C.
- Lieux et origine
- Probablement Macédoine, pour Corinthe
Réconciliation, autorité apostolique, faiblesse et collecte solidaire. Les changements de ton reflètent une relation communautaire tendue.
Notice de synthèse Selah, non exhaustive. Les attributions traditionnelles, dates des événements et dates de rédaction sont distinctes. Certaines restent débattues.
- 2 Corinthiens — commentaire de Matthew Henry (source externe en anglais)
Matthew Henry (1662–1714) et continuateurs · Protestante, tradition réformée et lecture évangélique
- 2 Corinthiens — commentaire catholique Haydock (source externe en anglais)
George Leo Haydock (1774–1849), compilateur ; auteurs cités dans les notes · Catholique
- 2 Corinthiens — introduction et structure (source externe en anglais)
Équipe BibleProject (Tim Mackie et collaborateurs) · Protestante évangélique
À propos de cette édition et de sa numérotation
Ancien Testament : Westminster Leningrad Codex (Open Scriptures), hébreu et passages araméens. Nouveau Testament : SBLGNT, édition de Michael W. Holmes, © 2010 Society of Biblical Literature et Logos Bible Software, CC BY 4.0. Transcription numérique d’éditions anciennes/critiques, pas les manuscrits autographes. Balisage et notes retirés ; aucune rétrotraduction IA. Numérotation et variantes peuvent différer des traductions françaises. Source et licence
Langues sources (hébreu, araméen, grec)
1Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
Étudier2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Étudier3Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως,
Étudier4ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ.
Étudier5ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
Étudier6εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· ⸂εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως⸃ τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν,
Étudier7καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ⸀ὑμῶν· εἰδότες ὅτι ⸀ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
Étudier8Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ⸀ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς ⸀γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴν ⸂ὑπὲρ δύναμιν ἐβαρήθημεν⸃, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·
Étudier9ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς ἀλλʼ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
Étudier10ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ⸀ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,
Étudier11συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ⸀ἡμῶν.
Étudier12Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ⸀ἁγιότητι καὶ εἰλικρινείᾳ ⸀τοῦ θεοῦ, ⸀οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλʼ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς·
Étudier13οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλʼ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ⸀ὅτι ἕως τέλους ἐπιγνώσεσθε,
Étudier14καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ⸀ἡμῶν Ἰησοῦ.
Étudier15Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην ⸂πρότερον πρὸς ὑμᾶς ἐλθεῖν⸃, ἵνα δευτέραν ⸀χάριν ⸀σχῆτε,
Étudier16καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
Étudier17τοῦτο οὖν ⸀βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρʼ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ;
Étudier18πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ⸀ἔστιν Ναὶ καὶ Οὔ.
Étudier19ὁ ⸂τοῦ θεοῦ γὰρ⸃ υἱὸς ⸂Ἰησοῦς Χριστὸς⸃ ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν·
Étudier20ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· ⸀διὸ καὶ ⸂διʼ αὐτοῦ⸃ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν διʼ ἡμῶν.
Étudier21ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός,
Étudier22ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
Étudier23Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.
Étudier24οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.
Étudier