Actes 11
S21 : © Société biblique de Genève. Son intégration dans Selah nécessite une autorisation de diffusion.
Contexte historique et auteur
- Auteur et transmission
- Même auteur que Luc, traditionnellement Luc.
- Dates et périodes
- Récit des années 30–60 ; rédaction souvent située plus tard au Ier siècle.
- Lieux et origine
- De Jérusalem à Rome
Expansion du mouvement de Jésus et accueil des non-Juifs. Les discours, voyages et conflits mettent en scène l’action de l’Esprit dans des villes diverses.
Notice de synthèse Selah, non exhaustive. Les attributions traditionnelles, dates des événements et dates de rédaction sont distinctes. Certaines restent débattues.
- Actes — commentaire de Matthew Henry (source externe en anglais)
Matthew Henry (1662–1714) et continuateurs · Protestante, tradition réformée et lecture évangélique
- Actes — commentaire catholique Haydock (source externe en anglais)
George Leo Haydock (1774–1849), compilateur ; auteurs cités dans les notes · Catholique
- Actes — introduction et structure (source externe en anglais)
Équipe BibleProject (Tim Mackie et collaborateurs) · Protestante évangélique
À propos de cette édition et de sa numérotation
Ancien Testament : Westminster Leningrad Codex (Open Scriptures), hébreu et passages araméens. Nouveau Testament : SBLGNT, édition de Michael W. Holmes, © 2010 Society of Biblical Literature et Logos Bible Software, CC BY 4.0. Transcription numérique d’éditions anciennes/critiques, pas les manuscrits autographes. Balisage et notes retirés ; aucune rétrotraduction IA. Numérotation et variantes peuvent différer des traductions françaises. Source et licence
Langues sources (hébreu, araméen, grec)
1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
Étudier2⸂ὅτε δὲ⸃ ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
Étudier3λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες⸃ αὐτοῖς.
Étudier4ἀρξάμενος ⸀δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
Étudier5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
Étudier6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ·
Étudier7ἤκουσα δὲ ⸀καὶ φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
Étudier8εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
Étudier9ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου⸃ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
Étudier10τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν⸃ ἅπαντα εἰς τὸν οὐρανόν.
Étudier11καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
Étudier12εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι⸃ συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
Étudier13ἀπήγγειλεν ⸀δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα· Ἀπόστειλον εἰς ⸀Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
Étudier14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
Étudier15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ.
Étudier16ἐμνήσθην δὲ τοῦ ῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
Étudier17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
Étudier18ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαν τὸν θεὸν λέγοντες· ⸀Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν⸃.
Étudier19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
Étudier20ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶ πρὸς τοὺς ⸀Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
Étudier21καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
Étudier22ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσης ἐν ⸀Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶν ἕως Ἀντιοχείας·
Étudier23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειν τῷ κυρίῳ,
Étudier24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
Étudier25ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
Étudier26καὶ εὑρὼν ⸀ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶ⸃ ἐνιαυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
Étudier27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·
Étudier28ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάλην μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ⸀ἥτις ἐγένετο ἐπὶ ⸀Κλαυδίου.
Étudier29τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
Étudier30ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
Étudier