Actes 20
S21 : © Société biblique de Genève. Son intégration dans Selah nécessite une autorisation de diffusion.
Contexte historique et auteur
- Auteur et transmission
- Même auteur que Luc, traditionnellement Luc.
- Dates et périodes
- Récit des années 30–60 ; rédaction souvent située plus tard au Ier siècle.
- Lieux et origine
- De Jérusalem à Rome
Expansion du mouvement de Jésus et accueil des non-Juifs. Les discours, voyages et conflits mettent en scène l’action de l’Esprit dans des villes diverses.
Notice de synthèse Selah, non exhaustive. Les attributions traditionnelles, dates des événements et dates de rédaction sont distinctes. Certaines restent débattues.
- Actes — commentaire de Matthew Henry (source externe en anglais)
Matthew Henry (1662–1714) et continuateurs · Protestante, tradition réformée et lecture évangélique
- Actes — commentaire catholique Haydock (source externe en anglais)
George Leo Haydock (1774–1849), compilateur ; auteurs cités dans les notes · Catholique
- Actes — introduction et structure (source externe en anglais)
Équipe BibleProject (Tim Mackie et collaborateurs) · Protestante évangélique
À propos de cette édition et de sa numérotation
Ancien Testament : Westminster Leningrad Codex (Open Scriptures), hébreu et passages araméens. Nouveau Testament : SBLGNT, édition de Michael W. Holmes, © 2010 Society of Biblical Literature et Logos Bible Software, CC BY 4.0. Transcription numérique d’éditions anciennes/critiques, pas les manuscrits autographes. Balisage et notes retirés ; aucune rétrotraduction IA. Numérotation et variantes peuvent différer des traductions françaises. Source et licence
Langues sources (hébreu, araméen, grec)
1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον ⸀μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ ⸀παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν ⸀πορεύεσθαι ⸀εἰς Μακεδονίαν.
Étudier2διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
Étudier3ποιήσας τε μῆνας τρεῖς· γενομένης ⸂ἐπιβουλῆς αὐτῷ⸃ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο ⸀γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
Étudier4συνείπετο δὲ ⸀αὐτῷ Σώπατρος ⸀Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος·
Étudier5οὗτοι ⸀δὲ ⸀προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι·
Étudier6ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ⸀οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
Étudier7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ⸀ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
Étudier8ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι·
Étudier9⸀καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
Étudier10καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
Étudier11ἀναβὰς δὲ καὶ κλάσας ⸀τὸν ἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
Étudier12ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
Étudier13Ἡμεῖς δὲ ⸀προελθόντες ⸀ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ ⸂διατεταγμένος ἦν⸃ μέλλων αὐτὸς πεζεύειν.
Étudier14ὡς δὲ ⸀συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην,
Étudier15κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ⸀ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς ⸀Σάμον, τῇ ⸀δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον·
Étudier16⸀κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν ⸀εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
Étudier17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
Étudier18ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
Étudier19δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης ⸀καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
Étudier20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους,
Étudier21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν ⸀εἰς θεὸν μετάνοιαν καὶ ⸀πίστιν εἰς τὸν κύριον ἡμῶν ⸀Ἰησοῦν.
Étudier22καὶ νῦν ἰδοὺ ⸂δεδεμένος ἐγὼ⸃ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸀μοι μὴ εἰδώς,
Étudier23πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί ⸀μοι λέγον ὅτι δεσμὰ ⸂καὶ θλίψεις με⸃ μένουσιν·
Étudier24ἀλλʼ οὐδενὸς ⸀λόγου ⸀ποιοῦμαι τὴν ⸀ψυχὴν τιμίαν ἐμαυτῷ ὡς ⸀τελειῶσαι τὸν δρόμον ⸀μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
Étudier25Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν ⸀βασιλείαν.
Étudier26⸀διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ⸀εἰμι ἀπὸ τοῦ αἵματος πάντων,
Étudier27οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ⸂πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν⸃.
Étudier28⸀προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ⸀θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ⸂αἵματος τοῦ ἰδίου⸃.
Étudier29ἐγὼ ⸀οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου,
Étudier30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ⸀ἑαυτῶν·
Étudier31διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
Étudier32καὶ τὰ νῦν παρατίθεμαι ⸀ὑμᾶς τῷ ⸀θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸀οἰκοδομῆσαι καὶ δοῦναι ⸀τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
Étudier33ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
Étudier34αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
Étudier35πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
Étudier36Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
Étudier37ἱκανὸς δὲ ⸂κλαυθμὸς ἐγένετο⸃ πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
Étudier38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
Étudier