Luc 13
S21 : © Société biblique de Genève. Son intégration dans Selah nécessite une autorisation de diffusion.
Contexte historique et auteur
- Auteur et transmission
- Même auteur que les Actes ; attribution ancienne à Luc.
- Dates et périodes
- Souvent vers 70–90 apr. J.-C. ; autres dates proposées.
- Lieux et origine
- Monde méditerranéen de langue grecque
Récit adressé à Théophile ; attention à la prière, aux exclus et à l’action de l’Esprit. L’auteur revendique un travail sur des témoignages transmis.
Notice de synthèse Selah, non exhaustive. Les attributions traditionnelles, dates des événements et dates de rédaction sont distinctes. Certaines restent débattues.
- Luc — commentaire de Matthew Henry (source externe en anglais)
Matthew Henry (1662–1714) et continuateurs · Protestante, tradition réformée et lecture évangélique
- Luc — commentaire catholique Haydock (source externe en anglais)
George Leo Haydock (1774–1849), compilateur ; auteurs cités dans les notes · Catholique
- Luc — introduction et structure (source externe en anglais)
Équipe BibleProject (Tim Mackie et collaborateurs) · Protestante évangélique
À propos de cette édition et de sa numérotation
Ancien Testament : Westminster Leningrad Codex (Open Scriptures), hébreu et passages araméens. Nouveau Testament : SBLGNT, édition de Michael W. Holmes, © 2010 Society of Biblical Literature et Logos Bible Software, CC BY 4.0. Transcription numérique d’éditions anciennes/critiques, pas les manuscrits autographes. Balisage et notes retirés ; aucune rétrotraduction IA. Numérotation et variantes peuvent différer des traductions françaises. Source et licence
Langues sources (hébreu, araméen, grec)
1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
Étudier2καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ⸀ταῦτα πεπόνθασιν;
Étudier3οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες ⸀ὁμοίως ἀπολεῖσθε.
Étudier4ἢ ἐκεῖνοι οἱ ⸀δεκαοκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ⸀αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας ⸀τοὺς ἀνθρώπους τοὺς ⸀κατοικοῦντας Ἰερουσαλήμ;
Étudier5οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ ⸀μετανοῆτε πάντες ⸀ὡσαύτως ἀπολεῖσθε.
Étudier6Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις ⸂πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ⸃, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
Étudier7εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ⸂ἀφʼ οὗ⸃ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ⸀ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;
Étudier8ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια·
Étudier9κἂν μὲν ποιήσῃ καρπὸν ⸂εἰς τὸ μέλλον— εἰ δὲ μήγε,⸃ ἐκκόψεις αὐτήν.
Étudier10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.
Étudier11καὶ ἰδοὺ ⸀γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη ⸀δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
Étudier12ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου,
Étudier13καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν.
Étudier14ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ⸀ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ⸀αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
Étudier15ἀπεκρίθη ⸀δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ⸀ἀπαγαγὼν ποτίζει;
Étudier16ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
Étudier17καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ.
Étudier18Ἔλεγεν ⸀οὖν· Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
Étudier19ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς ⸀δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
Étudier20⸀Καὶ πάλιν εἶπεν· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;
Étudier21ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ⸀ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
Étudier22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ⸀Ἱεροσόλυμα.
Étudier23εἶπεν δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς·
Étudier24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς ⸀θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν,
Étudier25ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· ⸀Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
Étudier26τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·
Étudier27καὶ ἐρεῖ ⸀λέγων ὑμῖν· Οὐκ ⸀οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ⸀ἐργάται ἀδικίας.
Étudier28ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ⸀ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
Étudier29καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ⸀ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
Étudier30καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
Étudier31Ἐν αὐτῇ τῇ ⸀ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.
Étudier32καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ⸀ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
Étudier33πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.
Étudier34Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
Étudier35ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ⸀ὑμῶν. λέγω ⸀δὲ ⸀ὑμῖν, οὐ μὴ ⸂ἴδητέ με⸃ ἕως ⸂ἥξει ὅτε⸃ εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
Étudier